Πέμπτη 30 Ιανουαρίου 2014
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλµον...
Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος βαρὺς
ὁ α’ χορὸς
Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην
αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ α’ χορός
Ἀπολυτίκιον
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ Ληστῇ τὸν Παράδεισον,
τῶν Μυροφόρων τὸν θρῆνον µετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν
ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσµῳ τὸ µέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί... τῆς Ἑορτῆς
Ἦχος α’
Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡµῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβύτα δίκαιε, δεξάµενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡµῶν,
χαριζόµενον ἡµῖν καὶ τὴν Ἀνάστασιν.
ὁ α’ χορὸς
Καὶ νῦν...
Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε…
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Μετὰ τὴν α’ Στιχολογίαν 2
Καθίσµατα
ὁ α’ χορὸς
Ἦχος βαρὺς
Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα
ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν
ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον, Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσµῳ τὸ
µέγα ἔλεος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Τῇ τριηµέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον,
τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα
σοι.
ὁ α’ χορὸς
Καὶ νῦν... Ἦχος α’
Κάθισµα τῆς Ἑορτῆς
Αὐτόµελον
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦµα, βροτοὶ δὲ ταῖς φωναῖς,
ἀνακράξωµεν ὕµνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν, ὃν γὰρ
τρέµουσι, τῶν οὐρανῶν αἱ Δυνάµεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες,
τὸν µόνον φιλάνθρωπον.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορὸς
Ἦχος βαρὺς
Ἐσφραγισµένου τοῦ µνήµατος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός΄ καὶ
τῶν θυρῶν κεκλεισµένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις΄
Πνεῦµα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡµῖν, κατὰ τὸ µέγα σου ἔλεος.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Ἐπὶ τὸ µνῆµα ἔδραµον Γυναῖκες, µετὰ δακρύων µύρα φέρουσαι, καὶ
στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς΄ Τίς
ἀποκυλίσει ἡµῖν τὸν λίθον; καὶ φωνῆς ἀσωµάτων ἤκουον βοώσης΄ ἀνέστη ὁ
µεγάλης βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον΄ Παντοδύναµε Κύριε, δόξα
σοι.
ὁ β’ χορὸς
Καὶ νῦν... Κάθισµα τῆς Ἑορτῆς
Ἦχος α’ - Τὸν τάφον σου Σωτὴρ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου
ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάµενος, ὁ 3
Συµεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε. Νῦν ἀπολύεις Οἰκτίρµον, εὐφράνας τὸν
δοῦλόν σου.
Μετὰ τὸν Πολυέλεον
( Ἐξηρεύξατο ἡ καρδία µου λόγον ἀγαθὸν...)
Κάθισµα
ὁ α’ χορὸς
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Νηπιάζει δι' ἐµέ, ὁ παλαιὸς τῶν ἡµερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος
Θεός, ἵνα τὴν σάρκα πιστώσῃ µου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συµεὼν
µυσταγωγούµενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν
ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν. Ἀπόλυσόν µε, σὲ γὰρ
κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Νηπιάζει δι' ἐµέ...
Συναπτὴ µικρά καὶ ἡ
Ἐκφώνησις
Ὅτι ηὐλόγηταί σου...
Ἡ Ὑπακοὴ. Ἦχος βαρύς
Ὁ ἡµετέραν µορφὴν ἀναλαβών, καὶ ὑποµείνας Σταυρὸν σωµατικῶς, σῶσόν µε
τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
ΑΝΑΒΑΘΜΟΙ
Ἦχος βαρύς
Ἀντίφωνον Α´
ὁ α’ χορός
Τὴν αἰχµαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀµὲ Σωτὴρ ζώωσον, ἐξαίρων
δουλοπαθείας.
ὁ β’ χορός
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας µετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται,
δράγµατα ἀειζωοτροφίας.
ὁ α’ χορός
Δόξα Πατρὶ... Καὶ νῦν...
Ἁγίῳ Πνεύµατι, πηγὴ τῶν θείων θησαυρισµάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος·
αὐτῷ αἴνεσις, δόξα, τιµὴ καὶ κράτος.
Ἀντίφωνον Β´
ὁ β’ χορός
Ἐὰν µὴ Κύριος οἰκοδοµήσῃ οἶκον τὸν τῆς ψυχῆς, µάτην κοπιῶµεν, πλὴν γὰρ
αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται. 4
ὁ α’ χορός
Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευµατοκινήτως, ἀναβλαστοῦσι πατρῷα
δόγµατα υἱοθεσίας.
ὁ β’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύµατι, τὰ σύµπαντα τὸ εἶναι ἔχει, πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων
κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ´
ὁ α’ χορός
Οἱ φοβούµενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ µακαριοῦνται,
δόξῃ ἀκηράτῳ.
ὁ β’ χορός
Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε
εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιµενάρχα.
ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύµατι, βυθὸς χαρισµάτων, πλοῦτος δόξης, κριµάτων βάθος µέγα,
ὁµόδοξον Πατρὶ καὶ Υἱῷ...
ὁ β’ χορός
...λατρευτὸν γάρ.
Προκείµενον Ἦχος δ’
ὁ α’ χορὸς
Μνησθήσοµαι τοῦ ὀνόµατός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ β’ χορὸς
Μνησθήσοµαι τοῦ ὀνόµατός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ α’ χορὸς
Στίχ. Ἐξηρεύξατο ἡ καρδία µου λόγον ἀγαθόν.
Μνησθήσοµαι τοῦ ὀνόµατός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...
ὁ α΄ χορὸς
Ἦχος β’
Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α’ χορὸς 5
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ')
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύµατί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα (Κεφ. β’ 25-
32)
ὁ Διάκονος: Πρόσχωµεν.
ὁ α’ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, ἦν ἄνθρωπος ἐν Ἰερουσαλείµ ᾧ ὄνοµα Συµεών,
καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόµενος παράκλησιν τοῦ
Ἰσραήλ, καὶ Πνεῦµα ἦν ἅγιον ἐπ’ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηµατισµένον ὑπὸ
τοῦ Πνεύµατος τοῦ ἁγίου µὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ
ἦλθεν ἐν τῷ Πνεύµατι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ
παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισµένον τοῦ νόµου περὶ αὐτοῦ
καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ
εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆµά σου ἐν εἰρήνῃ, ὅτι
εἶδον οἱ ὀφθαλµοί µου τὸ σωτήριόν σου, ὃ ἡτοίµασας κατὰ πρόσωπον πάντων
τῶν λαῶν. φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ὁ α’ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης
Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν
µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν
σου Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ
ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ
θάνατον ὤλεσεν.
Ὁ Ν’ ψαλµὸς (χῦµα)
ὁ α’ χορὸς
Δόξα Πατρί... Ἦχος β’ 6
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν
ἐγκληµάτων.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν
ἐγκληµάτων.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος πλ.β’
Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου.
Ἰδιόµελον
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήµερον, ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός,
ἀρχὴν λαβὼν χρονικήν, µὴ ἐκστὰς τῆς αὐτοῦ θεότητος, ὑπὸ Παρθένου ὡς
βρέφος τεσσαρακονθήµερον, Μητρὸς ἑκὼν προσφέρεται ἐν Ναῷ τῷ νοµικῷ,
καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ
Δεσπότῃ, οἱ γὰρ ὀφθαλµοί µου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσµον,
σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρµοῖς...
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιµος εἰς δ´
ὁ α’ χορός
ᾠδὴ α´. Ἦχος βαρύς. Ὁ Εἱρµός.
Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν µετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις
Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου,
κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ µὴ κατισχύσας, δικαίως
ἐκβέβληται.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι µὴ σθένων, συντρῖψαι τὸ σῶµά σου,
τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου,
ἀνέστης τριήµερος.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.
Λέλυνται αἱ ὠδῖνες, αἱ τῆς προµήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ,
ἀπειρογάµως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες
δοξάζοµεν. 7
Κανὼν τῆς Ἑορτῆς
οὗ ἡ ἀκροστιχίς
Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.
Ποίηµα Κοσµᾶ Μοναχοῦ
ᾠδὴ α’
ὁ α’ χορὸς
Ἦχος γ' Ὁ Εἱρµὸς
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη,
ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως µέλποντι.
ᾌσωµεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.
Ῥανάτωσαν ὕδωρ νεφέλαι, Ἥλιος ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούµενος ἐπέστη,
ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος΄ διὸ πιστοὶ βοήσωµεν.
ᾌσωµεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Ἰσχύσατε χεῖρες Συµεών, τῷ γήρᾳ ἀνειµέναι, καὶ κνῆµαι παρειµέναι δὲ
πρεσβύτου, εὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν
Ἀσωµάτοις στήσαντες, ᾄσωµεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Καὶ νῦν...
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ, ὑπερθέων γὰρ ἐκ
κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ µητρὸς Παρθένου, Θεῷ Πατρὶ
προσάγεται, νήπιος ὁ πρὸ πάντων, ἐνδόξως γὰρ δεδόξασται.
ᾠδὴ γ’
ὁ α’ χορός
Ἦχος βαρύς. Ὁ Εἱρµός.
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάµῳ σου Λόγῳ, στερεώσας, Κύριε
Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύµατι, πᾶσαν τὴν δύναµιν αὐτῶν, ἐν
ἀσαλεύτῳ µε πέτρᾳ, τῆς ὁµολογίας σου στερέωσον.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡµῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ,
καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ
Ἐλεῆµον, πάντες κατηλλάγηµεν Γεννήτορι.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 8
Σύ µε καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωµένον, δρακοντίῳ δήγµατι
Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι µοι, κατῳκισµένῳ καὶ φθορᾷ· διὰ
Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς µε συνανέστησας.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.
Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσµῳ, τὴν εἰρήνην βράβευσον
Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσµενῶν, καὶ τῆς
ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.
ᾠδὴ γ'
ὁ α΄ χορὸς
Ὁ Εἱρµὸς
Τὸ στερέωµα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν
ἐκτήσω, τῷ τιµίῳ σου αἵµατι.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου,
τῷ Ἀδὰµ χεῖρας προτείνων ἐπέφανε.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔµπαλιν ἐπανορθώσων,
Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
ὁ β’ χορός
Καὶ νῦν...
Γῆς ἀπόγονον, παλινδροµήσασαν ταύτῃ, θεότητος σύµµορφον φύσιν ὁ
Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡµῶν...
Κοντάκιον Ἀναστάσιµον (χῦµα)
Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥοµφαία.
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ
κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάµεις αὐτοῦ· δεσµεῖται ὁ ᾅδης, Προφῆται
συµφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ
πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεµε κάτωθεν τὰ καταχθόνια σήµερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς
Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα
σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡµῶν
Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναµιν. Ἀλαλάξωµεν καὶ βοήσωµεν 9
τῷ Ἀδάµ, καὶ τοῖς ἐξ Ἀδάµ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς
τὴν ἀνάστασιν.
Κάθισµα Ἦχος δ’
ὁ β’ χορὸς
Κατεπλάγη Ἰωσὴφ
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀµυδρῶς
θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συµεών, τὸν
σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡµᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο
τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον, διὸ ἐβόα. Νῦν ἀπολύεις...
ὁ α’ χορὸς
...τὸν δοῦλόν σου Δέσποτα.
ὁ Ἀναστάσιµος
ᾠδὴ δ’
Ὁ Εἱρµὸς
ὁ β’ χορός
Ὁ Πατρικοὺς κόλπους µὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ
µυστήριον ἀκήκοα τῆς οἰκονοµίας σου, καὶ ἐδόξασά σε µόνε Φιλάνθρωπε.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸν ἑαυτοῦ νῶτον δεδωκὼς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς µάστιγας, δούλου
πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων µου τὰ ἐγκλήµατα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.
Παρεστηκὼς βήµατι κριτῶν, παρανοµούντων ὡς κριτὸς εὐθύνεται, καὶ
ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως
τὴν γῆν.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον
Ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον
ἰθῦναί µε, λιµένα Πανάµωµε, τοῦ αὐτοῦ ἐνδόξου θελήµατος.
ᾠδὴ δ'
ὁ β’ χορὸς
Ὁ Εἱρµὸς
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ΄ τῆς κιβωτοῦ γὰρ προελθὼν τοῦ
ἁγιάσµατός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ Ναῷ τῆς δόξης σου, ὤφθης ὡς
βρέφος, ἀγκαλοφορούµενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. 10
Γηθόµενος Συµεών, τῶν ἀποῤῥήτων µύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου
πάλαι κεχρηµάτισαι Πνεύµατος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου,
κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ β’ χορός
Δόξα Πατρί...
Ἣν ἤλπισας, Συµεὼν, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ
Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν Νόµου ποιητὴν καὶ Δεσπότην,
πληροῦντα Νόµου τάξιν, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορὸς
Καὶ νῦν...
Θεώµενος Συµεὼν Λόγον τὸν ἄναρχον, µετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ,
Παρθένῳ ἐποχούµενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς
ἐβόα αὐτῷ. Ἐπλήσθη τὰ πάντα...
ὁ β’ χορός
...τῆς σῆς αἰνέσεως.
ὁ Ἀναστάσιµος
ᾠδὴ ε'
ὁ α’ χορός
Ὁ Εἱρµὸς
Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισµός, ἐν τῇ τρυφῇ τῶν
θείων λόγων σου, διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυµνῶ σου τὴν θεότητα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισµὸν καρτερεῖς, ἐλευθερίας
πρόξενον, τοῖς µελῳδοῦσί σοι. Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυµνῶ σου τὴν θεότητα.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῇ θεϊκῇ σου δυνάµει Χριστέ, δι' ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες,
καὶ νικητὴν µε θανάτου Σῶτερ, δι' Ἀναστάσεως ἀνέδειξας.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον
Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωµένον ἐκ σοῦ, θεοπρεπῶς Πανύµνητε΄
ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλ' ἐξ ἁγίου κύεις Πνεύµατος.
ᾠδὴ ε'
ὁ α’ χορὸς
Ὁ Εἱρµὸς
Ὡς εἶδεν Ἡσαΐας συµβολικῶς, ἐν θρόνῳ ἐπῃρµένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης
δορυφορούµενον, Ὢ τάλας ἐβόα, ἐγώ! Πρὸ γὰρ εἶδον σωµατούµενον Θεόν,
φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. 11
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.
Συνεὶς ὁ θεῖος πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ
Λόγον βλέπων Μητρὸς κρατούµενον, ὢ χαίροις, ἐβόα Σεµνή, ὡς γὰρ θρόνος
περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Προκύψας ὁ πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάµενος, τῆς ἀπειρογάµου
καὶ Θεοµήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι
Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
Καὶ νῦν...
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶµ τὸν ἄνθρακα δεξάµενος, ὁ Πρέσβυς ἐβόα τῇ
Θεοµήτορι, σὺ ὥσπερ λαβίδι χερσὶ λαµπρύνεις µε, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς
ἀνεσπέρου...
ὁ α’ χορὸς
...καὶ εἰρήνης δεσπόζοντα.
ὁ Ἀναστάσιµος
ᾠδὴ Ϛ’
ὁ β’ χορός
Ὁ Εἱρµὸς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν µεληµάτων, συµπλόοις ποντούµενος
ἁµαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούµενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι΄
Ἐκ θανατηφόρου µε βυθοῦ ἀνάγαγε.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.
Ἐµνηµόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν
Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο΄ ἣν διὰ Σταυροῦ Χριστὲ
παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς τὸν ἔµψυχόν σου, καὶ ἀχειροποίητον δόµον, λυθέντα παθήµασιν,
ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν΄ ἀλλ' ὑπὲρ ἐλπίδα
προσκυνήσας, ἀνεγηγερµένον, πανταχοῦ ἐκήρυξε.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον
Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναµώµου τὸν τρόπον, Παρθένε Θεόνυµφε,
τοῦ δι' ἡµᾶς, τίς ἑρµηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως,
Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο. 12
ᾠδὴ ς'
ὁ β’ χορός
ὁ Εἱρµὸς
Ἐβόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλµοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ
Θεοῦ Χριστὲ σὺ Θεός µου.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόµµατος, καὶ σκανδάλου
πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
ὁ β’ χορός
Δόξα Πατρὶ...
Βεβαίως φέρων, τοῦ τὸν χαρακτῆρα, πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι'
οἶκτον, νῦν ἀσθένειαν περιέθου.
ὁ α’ χορὸς
Καὶ νῦν...
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόµενον, προσκυνήσαντά σε,
νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον
Ἦχος α’
Ὁ µήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συµεὼν
εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡµᾶς Χριστὲ ὁ Θεός. Ἀλλ'
εἰρήνευσον ἐν πολέµοις τὸ πολίτευµα, καὶ κραταίωσον Βασιλεῖς οὓς
ἠγάπησας, ὁ µόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράµωµεν, οἱ βουλόµενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς
Συµεὼν ἀπαγόµενον, ὅνπερ οὐρανόθεν οἱ Ἀσώµατοι βλέποντες,
ἐξεπλήττοντο λέγοντες, θαυµαστὰ θεωροῦµεν νυνὶ καὶ παράδοξα,
ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰµ δηµιουργήσας βαστάζεται ὡς βρέφος, ὁ
ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων
ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ
θεότητι, ὁ µόνος φιλάνθρωπος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Β' τοῦ αὐτοῦ µηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ
ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ ὁ δίκαιος Συµεών.
Στίχοι
• · Κόλπους Πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ µου,
• · Τοῦ Συµεὼν αἱ χεῖρες, αἳ φέρουσί σε. 13
• · Δέξατο δευτερίῃ Χριστὸν Συµεὼν παρὰ νηῷ.
Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου.
Στίχοι
• · Ἀγαθοδώρῳ δῶρον ἐξ ἐµῶν λόγων,
• · Δωρῶ, δοθέντι τῷ Θεῷ δι' αἱµάτων.
Αὐτῷ τῷ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀµήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος γ'
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη,
ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως µέλποντι.
ᾌσωµεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
ᾠδὴ γ’
Τὸ στερέωµα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν
ἐκτήσω,...
ὁ α’ χορός
...τῷ τιµίῳ σου αἵµατι.
ὁ β’ χορός
ᾠδὴ δ’
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ
ἁγιάσµατός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς
βρέφος, ἀγκαλοφορούµενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾠδὴ ε’
Ὡς εἶδεν Ἡσαΐας συµβολικῶς, ἐν θρόνῳ ἐπῃρµένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης
δορυφορούµενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωµατούµενον Θεόν,
φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
ᾠδὴ Ϛ’
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλµοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ
Θεοῦ Χριστὲ σὺ Θεός µου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ,
ἐνοικήσαντα, Θεὸν Λόγον ὑµνοῦµεν, εὐσεβῶς µελῳδοῦντες. Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡµῶν. 14
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ µὴ
λωβηθέντες, θεῖον ὕµνον ἔµελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς...
ᾠδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόµενα ἐν τῇ ᾠδῇ ταύτῃ
Ἦχος γ'
ὁ α’ χορός
Ἀκατάληπτόν ἐστι, τὸ τελούµενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς,
Μητροπάρθενε ἁγνή.
ὁ β’ χορός
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συµεών, τὸν τοῦ νόµου Ποιητήν, καὶ
Δεσπότην τοῦ παντός.
ὁ α’ χορός
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάµ, µήτραν ᾤκησε τὴν σήν, τῆς
Παρθένου καὶ ἁγνῆς.
ὁ β’ χορός
Γένος ἅπαν τῶν βροτῶν, µακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς
Μητέρα τοῦ Θεοῦ.
ὁ α’ χορός
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συµεών, σήµερον
ἐν τῷ ναῷ.
ὁ β’ χορός
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέµειν αὐτήν, καὶ πῶς γέρων κεκµηκώς,
σὲ κατέχει ἐν χερσὶ;
ὁ α’ χορός
Ζήσας ἔτη Συµεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν
ζητῶ.
ὁ β’ χορός
Ἡ λαβὶς ἡ µυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ
ὑπάρχεις Μαριάµ.
ὁ α’ χορός
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι,
τεσσαρακονθήµερος.
ὁ β’ χορός 15
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συµεὼν
ὁ Ἱερεύς.
ὁ α’ χορός
Λάµπρυνόν µου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ
κηρύξω σε Θεόν.
Ἐν νόµου, σκιᾷ καὶ γράµµατι, τύπον κατίδωµεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν
µήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούµενον Μητρί, ἀπειράνδρῳ, µεγαλύνοµεν.
ὁ β’ χορός
Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν
ἀγκάλαις Συµεών;
Ἐν νόµου, σκιᾷ καὶ γράµµατι...
ὁ α’ χορός
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ
σωτήριόν µου φῶς.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος
πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἳῳ γόνῳ
Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐµεγάλυνον.
ὁ β’ χορός
Ὃν οἱ ἄνω λειτουργοί, τρόµῳ λιτανεύουσι, κάτω νῦν ὁ Συµεών, ἀγκαλίζεται
χερσί.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος...
ὁ α’ χορός
Δόξα Πατρὶ...
Ἡ τῇ φύσει µὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου,
τοὺς πιστεύοντας εἰς σέ.
Ἀπέδωκάς µοι ἐβόα Συµεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ
σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκµηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα µύστην,
ἐν αἰνέσει µεγαλύνοντα.
ὁ β’ χορός
Καὶ νῦν...
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς
ἐλπίζοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωµολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ ὁσία, καὶ
πρεσβυρὰ τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ
ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐµεγάλυνεν.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’. 16
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς
ἐλπίζοντας εἰς σέ.
Ἐν νόµου, σκιᾷ καὶ γράµµατι, τύπον κατίδωµεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν
µήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούµενον Μητρί, ἀπειράνδρῳ, µεγαλύνοµεν.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις...
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’
Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν
αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐξαποστειλάριον Ι’
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρω τε, σὺν δυσὶν
ἄλλοις πάλαι, καὶ Θωµᾶν εἶχε πρὸς ἄγραν΄ οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς
χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων΄ ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο΄ οἷς
τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
ὁ β’ χορός
τῆς Ἑορτῆς Ἦχος γ’
Ἐν πνεύµατι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ
νόµου Δεσπότην, κραυγάζων. Νῦν τοῦ δεσµοῦ µε, τῆς σαρκὸς ἀπόλυσον, ὡς
εἴρηκας ἐν εἰρήνῃ, εἶδον γὰρ τοῖς ὀφθαλµοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ
σωτηρίαν.
ὁ α’ χορός
Ἐν πνεύµατι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ
νόµου Δεσπότην, κραυγάζων. Νῦν τοῦ δεσµοῦ µε, τῆς σαρκὸς ἀπόλυσον, ὡς
εἴρηκας ἐν εἰρήνῃ, εἶδον γὰρ τοῖς ὀφθαλµοῖς, ἀποκάλυψιν ἐθνῶν...
ὁ β’ χορός
...καὶ Ἰσραὴλ σωτηρίαν.
ΑΙΝΟΙ
Ἦχος βαρύς
ὁ α’ χορός 17
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις
αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἀναστάσιµα δ’
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς
ὁσίοις αὐτοῦ.
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσµά, εὐαγγελίζου γῆ χαρὰν
µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς
δυνάµεως αὐτοῦ.
Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν ἅγιον Κύριον, Ἰησοῦν τὸν
µόνον ἀναµάρτητον.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
τῆς µεγαλωσύνης αὐτοῦ.
Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόµεθα, αὐτὸς γὰρ ἡµᾶς
ἔσωσεν, ἐκ τῶν ἀνοµιῶν ἡµῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί ἀνταποδώσωµεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡµῖν, δι' ἡµᾶς
Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ
ἐσκήνωσεν ἐν ἡµῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς
αἰχµαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθηµένους, ὁ Ἥλιος τῆς
δικαιοσύνης· ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾅδην τὸ φῶς, ἐπὶ τὸν θάνατον
ἡ ζωή , ἡ ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωµεν· ὁ Θεὸς ἡµῶν δόξα
σοι.
Στιχηρὰ προσόµοια τῆς Ἑορτῆς
ὁ α’ χορός
Ἦχος δ’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ
ὀργάνῳ.
Ἔδωκας σηµείωσιν
Νόµον τὸν ἐν γράµµατι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῷ ναῷ νῦν προσάγεται,
καὶ τοῦτον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συµεὼν ὁ πρέσβυς, Νῦν ἀπολύεις 18
µε βοῶν, πρὸς τὴν ἐκεῖθεν µακαριότητα, κατεῖδον γάρ σε σήµερον, σάρκα
θνητὴν περικείµενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις
ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Νόµον τὸν ἐν γράµµατι...
ὁ α’ χορός
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆµά σου ἐν εἰρήνῃ
Κύριε, ὅτι εἶδον οἱ ὀφθαλµοί µου, τὸ σωτήριόν σου.
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήµενος, νεφέλης
ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόµου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν,
καθυποφαίνων τῆς νέας χάριτος, διό σε θεασάµενος, ὁ Συµεὼν ἀνεκραύγαζεν.
Ἐκ φθορᾶς µε ἀπόλυσον, ὅτι εἶδόν σε σήµερον.
ὁ β’ χορός
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Κόλπων τοῦ γεννήτορος, µὴ χωρισθεὶς τῇ θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας,
ἀγκάλαις κρατούµενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου
Συµεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύµπαντα, διὸ΄ Νῦν ἀπολύεις µε, περιχαρῶς
ἀνεκραύγαζεν, ἐν εἰρήνῃ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε Δέσποτα.
ὁ α’ χορός
Δόξα Πατρί...Ἦχος πλ. β’
Γερµανοῦ
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήµερον ἡµέραν, ὡς ἐφ' ἅρµατος Χερουβίµ,
ἀνακλιθῆναι εὐδοκήσας, Χριστὲ ὁ Θεός, καὶ ἡµᾶς τοὺς ὑµνοῦντάς σε, τῆς τῶν
παθῶν τυραννίδος, ἀνακαλούµενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡµῶν.
ὁ β’ χορός
Καὶ νῦν... ἦχος β’ (πάντοτε)
Ὑπερευλογηµένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχµαλώτισται, ὁ Ἀδὰµ ἀνακέκληται, ἡ κατάρα
νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡµεῖς
ἐζωοποιήθηµεν, διὸ ἀνυµνοῦντες βοῶµεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ
οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντοµος )
ὁ α’ χορός
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν
ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός 19
Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε,
εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν.
ὁ α’ χορός
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές,
Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα.
ὁ β’ χορός
Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν
τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου.
ὁ α’ χορός
Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον
ἡµᾶς.
ὁ β’ χορός
Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ
Πατρός. Ἀµήν.
ὁ α’ χορός
Καθ’ ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα,
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ
δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν.
ὁ β’ χορός
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν µε τὰ δικαιώµατά σου.
ὁ β’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν µε τὰ δικαιώµατά σου.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν µε τὰ δικαιώµατά σου.
ὁ β’ χορός
Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε,
ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι.
ὁ α’ χορός
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ
Θεός µου.
ὁ β’ χορός
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς.
ὁ α’ χορός 20
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιµον Τροπάριον
Ἦχος πλ.β’
Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ
ἀρχηγῷ τῆς ζωῆς ἡµῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος
ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ΤΗΣ ΕΟΡΤΗΣ
Ἀντίφωνον Α'
ὁ α’ χορὸς
Στίχ. Ἐξηρεύξατο ἡ καρδία µου λόγον ἀγαθόν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡµᾶς.
ὁ β’ χορὸς
Στίχ. Ἡ γλῶσσά µου κάλαµος γραµµατέως ὀξυγράφου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορὸς
Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ β’ χορὸς 21
Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
ὁ β’ χορὸς
Στίχ. Περίζωσαι τὴν ῥοµφαίαν σου ἐπὶ τὸν µηρόν σου δυνατέ.
Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συµεὼν βασταχθείς,
ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.
Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ...
ὁ β’ χορὸς
Στίχ. Τὰ βέλη σου ἠκονηµένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.
Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ.
ὁ α’ χορός
Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ...
ὁ β’ χορός
Δόξα Πατρὶ...
ὁ α’ χορός
Καὶ νῦν...
ὁ β’ χορός
Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ
καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε,
Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος,
συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς.
Ἀντίφωνον Γ'
ὁ α’ χορὸς
Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.
Ἦχος α'
Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡµῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ 22
Πρεσβύτα δίκαιε, δεξάµενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡµῶν,
χαριζόµενον ἡµῖν καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαῖρε κεχαριτωµένη...
ὁ α’ χορὸς
Στίχ. Μνησθήσοµαι τοῦ ὀνόµατός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαῖρε κεχαριτωµένη...
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
Ἦχος β'
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον)
Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν Ἐθνῶν. Σῶσον
ἡµᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν...
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Ληστῇ τὸν Παράδεισον,
τῶν Μυροφόρων τὸν θρῆνον µετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν
ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσµῳ τὸ µέγα ἔλεος.
ὁ β’ χορὸς
τῆς Ἑορτῆς
Ἦχος α’
Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡµῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβύτα δίκαιε, δεξάµενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡµῶν,
χαριζόµενον ἡµῖν καὶ τὴν Ἀνάστασιν.
ὁ α’ χορός
Κοντάκιον Ἦχος α’
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον)
Ὁ µήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συµεὼν
εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡµᾶς Χριστὲ ὁ Θεός. Ἀλλ'
εἰρήνευσον ἐν πολέµοις τὸ πολίτευµα, καὶ κραταίωσον Βασιλεῖς οὓς
ἠγάπησας, ὁ µόνος φιλάνθρωπος.
Τρισάγιον.
Ἀπόστολος τῆς Ἑορτῆς 23
Προκείµενον ἦχος γ’
Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ
τῷ σωτῆρί µου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. (Κεφ. ζ’ 7-17)
Ἀδελφοί, χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
Καὶ ὧδε µὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαµβάνουσιν, ἐκεῖ δὲ
µαρτυρούµενος ὅτι ζῇ. Καὶ ὡς ἔπος εἰπεῖν, δι᾽ ᾽Αβραὰµ καὶ Λευΐ ὁ δεκάτας
λαµβάνων δεδεκάτωται, ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν
αὐτῷ ὁ Μελχισεδέκ. Εἰ µὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, (ὁ
λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενοµοθέτητο), τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδέκ
ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ᾽Ααρὼν λέγεσθαι;
Μετατιθεµένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόµου µετάθεσις γίνεται.
Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας µετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς
προσέσχηκε τῷ θυσιαστηρίῳ· Πρόδηλον γὰρ ὅτι ἐξ ᾽Ιούδα ἀνατέταλκεν ὁ
Κύριος ἡµῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. Καὶ
περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁµοιότητα Μελχισεδὲκ
ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόµον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ
κατὰ δύναµιν ζωῆς ἀκαταλύτου, µαρτυρεῖ γὰρ, ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἦχος δ’
Ἀλληλούϊα (γ’)
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆµά σου ἐν εἰρήνῃ
Κύριε, ὅτι εἶδον οἱ ὀφθαλµοί µου, τὸ σωτήριόν σου.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. β’ 22-40)
Τῷ καιρῷ ἐκείνῳ, ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν εἰς ῾Ιεροσόλυµα
παραστῆσαι τῷ Κυρίῳ,καθὼς γέγραπται ἐν νόµῳ κυρίου ὅτι Πᾶν ἄρσεν
διανοῖγον µήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ
εἰρηµένον ἐν τῷ νόµῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἱερουσαλὴµ ᾧ ὄνοµα Συµεών, καὶ ὁ ἄνθρωπος οὗτος
δίκαιος καὶ εὐλαβής, προσδεχόµενος παράκλησιν τοῦ ᾽Ισραήλ, καὶ πνεῦµα ἦν
ἅγιον ἐπ᾽ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηµατισµένον ὑπὸ τοῦ πνεύµατος τοῦ ἁγίου
µὴ ἰδεῖν θάνατον πρὶν [ἢ] ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ
πνεύµατι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ᾽Ιησοῦν τοῦ
ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισµένον τοῦ νόµου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο
αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν΄ Νῦν ἀπολύεις τὸν
δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆµά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλµοί µου 24
τὸ σωτήριόν σου ὃ ἡτοίµασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,φῶς εἰς
ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ᾽Ισραήλ. Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ
µήτηρ θαυµάζοντες ἐπὶ τοῖς λαλουµένοις περὶ αὐτοῦ. Καὶ εὐλόγησεν αὐτοὺς
Συµεὼν καὶ εἶπεν πρὸς Μαριὰµ τὴν µητέρα αὐτοῦ, ᾽Ιδοὺ οὗτος κεῖται εἰς
πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ᾽Ισραὴλ καὶ εἰς σηµεῖον
ἀντιλεγόµενον(καὶ σοῦ [δὲ] αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥοµφαία), ὅπως ἂν
ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισµοί. Καὶ ἦν Ἄννα προφῆτις,
θυγάτηρ Φανουήλ, ἐκ φυλῆς ᾽Ασήρ· αὕτη προβεβηκυῖα ἐν ἡµέραις πολλαῖς,
ζήσασα µετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ἕως
ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν
λατρεύουσα νύκτα καὶ ἡµέραν. Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωµολογεῖτο τῷ
θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχοµένοις λύτρωσιν Ἱερουσαλήµ.
Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόµον Κυρίου, ἐπέστρεψαν εἰς τὴν
Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο
πνεύµατι πληρούµενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
ᾠδὴ θ’
ἦχος γ’
Στίχ. Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς
ἐλπίζοντας εἰς σέ.
Ἐν νόµου, σκιᾷ καὶ γράµµατι, τύπον κατίδωµεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν
µήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούµενον Μητρί, ἀπειράνδρῳ, µεγαλύνοµεν.
Κοινωνικόν
ὁ β’ χορός
Ποτήριον σωτηρίου λήψοµαι, καὶ τὸ ὄνοµα Κυρίου ἐπικαλέσοµαι. Ἀλληλούια.
ἢ
᾿Εγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν·
Ἀλληλούια.
ὁ α’ χορός
ἦχος β’
Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν
ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν.
ἦχος β’
Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) 25
Ἀπόλυσις
«….῾Ο ἐν ἀγκάλαις τοῦ δικαίου Συµεὼν βασταχθῆναι καταδεξάµενος διά τήν
ἡµῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός...»
Στις 40 μέρες η Παναγία φέρνει το Θείο Βρέφος στον Ναό και Τον παραλαμβάνει ο «δίκαιος και ευλαβής» Συμεών.
Στην εβραϊκή γλώσσα Συμεών σημαίνει υπακοή ή «ού ήκουσε Κύριος»
Ο άγιος Συμεών ο Θεοδόχος, ήλθε στο ιερό εν Πνεύματι Αγίω. Έτσι αναγνώρισε τον Λόγο του Θεού.
Ο Μ. Αθανάσιος λέγει πως ο άγιος Συμεών ήταν κατ' ουσίαν άνθρωπος αλλά κατά την αξίαν υπερκείμενος, πολύ πάνω από τους συνανθρώπους του. Ως προς την φύση άνθρωπος, ως προς την αρετή άγγελος. Είχε ως ενδιαίτημα την αισθητή Ιερουσαλήμ, αλλ' ως μητρόπολη είχε την άνω Ιερουσαλήμ. Όχι μόνο ήταν ανώτερος από τους ανθρώπους, αλλά «και των αγγέλων ο Συμεών υπέρτερος».
Στον Ναό παραβρέθηκε και η προφήτις (εννοεί υποφήτις, δηλ εξηγεί τα παρόντα, σύμφωνα με τις προφητείες) Άννα, 84 ετών και χήρα, η οποία επίσης αναγνώρισε τον Θεό
ΕτικέτεςΥπαπαντής του Ιησού Χριστού | 0
σχόλια
Τρίτη 21 Ιανουαρίου 2014
Την πρώτη εβδομάδα γίνεται «κατάλυση στα πάντα», δηλαδή τρώγεται ελεύθερα κάθε φαγητό ακόμα και την Τετάρτη και Παρασκευή. Για το λόγο αυτό ονομάζεται «ελεύθερη» ή «απολυτή».
Την δεύτερη εβδομάδα του Τριωδίου γίνεται «κατάλυση στα πάντα» όλες τις ημέρες εκτός της Τετάρτης και Παρασκευής όποτε απέχουμε ακόμα και από τα λαδερά φαγητά όπως και τις ημέρες της Μεγάλης Σαρακοστής.
Την τρίτη εβδομάδα, αυτή της Τυροφάγου ή Τυρινής γίνεται όλες τις ημέρες κατάλυση σε όλα τα γαλακτοκομικά προϊόντα, του αυγού, των ψαριών και φυσικά του ελαιολάδου, απαγορεύεται όμως η κρεοφαγία.
ΕτικέτεςΤΟ ΤΡΙΩΔΙΟ ΚΑΙ Η ΣΗΜΑΣΙΑ ΤΟΥ | 0
σχόλια
Πέμπτη 16 Ιανουαρίου 2014
| 0
σχόλια
῏Ηχος πλ.α’ ῾Εωθινόν Η’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλµον...
Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ.α’
ὁ α’ χορὸς
Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ α’ χορὸς
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην
αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ β’ χορὸς
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς
σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορός
Δόξα Πατρί...Ἦχος α’
Τῆς ἐρήµου πολίτης καὶ ἐν σώµατι Ἄγγελος, καὶ θαυµατουργὸς ἀνεδείχθης,
θεοφόρε Πατὴρ ἡµῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια
χαρίσµατα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει
προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάµατα.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαµένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ
τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης
πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι 2
ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡµᾶς, διὰ τοῦ
τόκου σου.
| 0
σχόλια
Όταν ο μεγάλος μεταξύ των Αγίων Βασίλειος έφυγε από την παρούσα ζωή
Εκκλησίες. Ζούσε τότε ακόμη η αδελφή και δασκάλα μου (Μακρίνα) και πήγα
κοντά της για να μετάσχω μαζί της στη συμφορά του θανάτου του αδελφού μας.
Η ψυχή μου ήταν πολύ θλιμμένη, επειδή πονούσε γι’ αυτή τη μεγάλη απώλεια·
ζητούσα κάποιον που θα έχυνε δάκρυα μαζί μου και θα σήκωνε το ίδιο
βάρος της θλίψεως. Μόλις συναντηθήκαμε, η παρουσία της δασκάλας μου
αναζωπύρωσε τη θλίψη μου· διότι ήδη και εκείνη υπέφερε από θανατηφόρα
ασθένεια
ΕτικέτεςΛΟΓΟΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ | 0
σχόλια
Τρίτη 14 Ιανουαρίου 2014
Η περγαμηνή γράφει λόγια του Θεού, από τη διδασκαλία του προφήτη Ιερεμία:
3. Στο Ματθ. 22, 31-32, ο Κύριος λέει: «περί δε της αναστάσεως των νεκρών ουκ ανέγνωτε το ρηθέν υπό του Θεού λέγοντος, εγώ ειμί ο Θεός Αβραάμ και ο Θεός Ισαάκ και ο Θεός Ιακώβ; ουκ έστιν ο Θεός Θεός νεκρών, αλλά ζώντων» (σχετικά με την ανάσταση των νεκρών, δε διαβάσατε το λόγο του Θεού που είπε: «Εγώ είμαι ο Θεός Αβραάμ και ο Θεός Ισαάκ και ο Θεός Ιακώβ»; Ο Θεός δεν είναι Θεός νεκρών, αλλά ζώντων).
Τα λόγια αυτά έχουν νόημα μόνον αν οι τρεις αναφερόμενοι άγιοι άνδρες ήταν ζωντανοί την ίδια ώρα που μιλούσε ο Κύριος. Διότι, αν ήταν νεκροί, έστω και προσωρινά (μέχρι την ανάσταση), αν έστω κι ένας άνθρωπος έχει υπάρξει νεκρός έστω και για μια στιγμή, τότε ο Θεός δεν είναι μόνο Θεός ζώντων, αλλά και νεκρών! Εφόσον φυσικά δεχόμαστε ότι είναι ο Θεός των πάντων
ΕτικέτεςΟ προφήτης Ιερεμίας | 0
σχόλια
| 0
σχόλια
Ο άγιος νεομάρτυρας Γεώργιος, ο πολιούχος των Ιωαννίνων, γεννήθηκε το 1808 στο χωρίο Τσούρχλι των Γρεβενών, το οποίο σήμερα προς τιμή του ιερού του βλαστήματος μετονομάστηκε σε «Άγιος Γεώργιος». Οι γονείς του ήσαν άνθρωποι πτωχοί αλλά ευσεβείς. Ζούσαν από τη γεωργία. Έτσι, δεν κατόρθωσαν να μορφώσουν το γιό τους, στον οποίον όμως μεταλαμπάδευσαν τη φλόγα της χριστιανικής τους πίστεως. Στην ηλικία των 18 ετών ο Γεώργιος στερήθηκε την προστασία των γονέων του, τους οποίους κάλεσε ο Θεός κοντά του, και κατέφυγε στα Ιωάννινα. Εκεί υπηρετούσε ως ιπποκόμος στην υπηρεσία διαφόρων Τούρκων, οι οποίοι ήσαν προύχοντες του τόπου και τον αποκαλούσαν Χασάν Αγά και ειρωνικά κατά την περίοδο του μαρτυρίου του Γκιαούρ Χασάν. Διακρινόταν ο μακάριος για την ακεραιότητα του χαρακτήρα του, την απλότητα του ήθους του και γενικά για τα χριστιανικά του προτερήματα, με τα οποία ήταν κατακοσμημένος, και το ψυχικό του κόσμο, που χαροποιούσε όλους.
Πέμπτη 2 Ιανουαρίου 2014
6 ΙΑΝΟΥΑΡΙΟΥ 2014
Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος α’
ὁ α’ χορὸς
Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος α’
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορὸς
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε...
ὁ α’ χορός
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος..
Εγγραφή σε:
Σχόλια
(Atom)
Translate
Αναζήτηση αυτού του ιστολογίου
Ετικέτες
- . Καταγωγή καί δράση της Αγίας Αναστασίας
- 'Αγιο Δωδεκαήμερο
- 2 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἦχος βαρύς – Ἑωθινόν
- 6 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
- ΑΓΓΕΛΟΙ
- ΑΓΙΟ ΠΝΕΥΜΑ
- Αγιοκατάταξη του Γέροντος Πορφυρίου!
- Άγιος Βασίλειος ο Μέγας
- Άγιος Ελευθέριος ο Ιερομάρτυρας
- Αρειανισμός
- Αρχάγγελος Ουριήλ
- Βασιλόπιτα
- Βίοι Αγίων
- Βυζαντινή περίοδος- Δεσποτάτο Ηπείρου
- Δημιουργίας τών Αγγέλων
- Εικονομαχία
- Επτά Εκκλησίες της Αποκάλυψης
- Ερμηνεία του Ευαγγελίου
- Ευχαριστίας
- ΖΩΟΔΟΧΟ ΠΗΓΗ ΑΝΘΟΧΩΡΙΟΥ ΜΕΤΣΟΒΟΥ
- Η Αγία Μαρία η Μαγδαληνή και η εσφαλμένηταύτιση της με την πόρνη του Λκ. 7:37-38
- Η αλήθεια για τον Ιησού και τη Μαρία Μαγδαληνή
- Η βάπτιση
- Η Βάπτιση του Χριστού
- Η Διδασκαλία της Ορθοδόξου Εκκλησίας σχετικά με την Αγ. Τριάδα
- Η Περιτομή του Κυρίου
- Η προπατορική αμαρτία
- Θεία Κοινωνία
- ΙΟΥΔΑΣ
- Ιστορία του εορτασμού των Χριστουγέννων
- Και ω του θαυματος
- Κατά Λουκάν Ευαγγέλιο Κεφ. 2
- Λαχανόρυζο
- Λίλιθ
- ΛΟΓΟΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ
- μοναστηρι ζωοδοχου πηγης ανθοχωριου μετσοβου
- Μονή Ζωοδόχου Πηγής (1732) Μετσοβου
- Μυστηρίων ή Ιεροπραξιών
- Νεομάρτυρες
- Ο άγιος νεομάρτυς Γεώργιος εξ Ιωαννίνων
- Ο Άγιος Στέφανος ο Πρωτομάρτυρας
- Ο Γέροντας Παϊσιος
- Ο ΓΕΡΟΝΤΑΣ ΠΑΐΣΙΟΣ ΓΙΑ ΤΗ ΜΕΤΕΜΨΥΧΩΣΗ
- Ο Μυστικός Δείπνος
- ο Νεομάρτυς. (17 Ιανουαρίου)
- Ο ΟΡΘΡΟΣ ΚΑΙ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΥΡΙΑΚΩΝ
- Ο προφήτης Ιερεμίας
- Ο Συμβολισμός της Αποκαλύψεως
- Ο Φουστανελλάς Γεώργιος
- Οι 7 λόγοι του Κυρίου Ιησού Χριστού πάνω στο Σταυρό
- Οι άγνωστοι Αρχάγγελοι Ραφαήλ και Ουριήλ
- Οι διαφορές Καθολικής και Ορθοδόξου εκκλησίας και η σημαντικότητα αυτών.
- Οι Ελληνικές γιορτές και τα αγνά έθιμά μας
- Οικ. Πατριαρχείο
- Ορθόδοξη Εκκλησία
- Ορθόδοξοι Παλαιοημερολογίτες
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ ΚΑΙ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ ΑΝΘΙΑΣ
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
- Παράδεισος και Κόλαση
- Περὶ Τελέσεως τῆς Ἁγίας Προσκομιδῆς
- ΠΟΤΕ ΓΕΝΝΗΘΗΚΕ Ο ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ;
- Προσευχές
- πρωτοχρονια για τους χριστιανους
- Πως γίνεται η αγιοκατάταξη;
- Πώς θα αλλάξουν τα αναστημένα σώματα κατά την Δευτέρα Παρουσία; Αγίου Συμεών του Νέου Θεολόγου
- Σταυρός
- ΣΧΕΤΙΚΑ ΜΕ ΜΑΣ
- ΤΙ ΕΙΝΑΙ Ο ΟΡΘΡΟΣ ΚΑΙ ΑΠΟ ΠΟΙΑ ΜΕΡΗ ΑΠΟΤΕΛΕΙΤΑΙ;
- Το έθιμο των Καλάντων
- Το Ευαγγέλιο του Ιούδα
- ΤΟ ΣΧΙΣΜΑ 1054
- ΤΟ ΤΡΙΩΔΙΟ ΚΑΙ Η ΣΗΜΑΣΙΑ ΤΟΥ
- Υπαπαντής του Ιησού Χριστού
- Χριστιανισμός
- ΧΡΙΣΤΟΣ
- Χριστούγεννα
- χωρία 20 έως 21 και χωρία 40 έως 52
- Ψαλμοί
- Ψαλμὸς τῷ Δαυΐδ
- Nηστεία
- Tα έθιμα των Χριστουγέννων. Tι συμβολίζουν και από που προέρχονται
- Video
Ο ΑΝΘΡΩΠΟΣ ΑΙΣΘΑΝΕΤΑΙ ΠΛΟΥΣΙΟΣ ΟΤΑΝ ΧΑΡΙΖΕΙ
1. Στους εχθρούς του: Συγχώρεση2. Στους φίλους του: Την καρδιά του3. Στα παιδιά του: Παράδειγμα4. Στους αντιφρονούντες: Ανοχή5. Στον πατέρα του: Υπακοή6. Στη μητέρα του: Τρυφερότητα7. Στον εαυτό του: Αυτοσεβασμό8. Στους γείτονες του: Καλούς τρόπους9. Στους παραπαίοντες: Κατανόηση10. Σε όλους Αγάπη

