Πέμπτη 16 Ιανουαρίου 2014
῏Ηχος πλ.α’ ῾Εωθινόν Η’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλµον...
Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ.α’
ὁ α’ χορὸς
Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ α’ χορὸς
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην
αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ β’ χορὸς
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς
σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορός
Δόξα Πατρί...Ἦχος α’
Τῆς ἐρήµου πολίτης καὶ ἐν σώµατι Ἄγγελος, καὶ θαυµατουργὸς ἀνεδείχθης,
θεοφόρε Πατὴρ ἡµῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια
χαρίσµατα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει
προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάµατα.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαµένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ
τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης
πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι 2
ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡµᾶς, διὰ τοῦ
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωµιάσωµεν, τὴν ταφὴν τὴν ἁγίαν ὕµνοις
τιµήσωµεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωµεν, ὅτι συνήγειρε νεκρούς,
ἐκ τῶν µνηµάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου,
καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
ὁ β’ χορός
Δόξα Πατρὶ...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν µνήµατι ἐτέθης, ὁ
κενώσας τὰ µνήµατα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ'
αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναµε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων
εἰς σέ, χαῖρε ἀχείµαστε λιµὴν καὶ Ἀπειρόγαµε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν
Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα µὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυµνούντων, καὶ
προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Κύριε, µετὰ τὴν τριήµερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων
προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλµησαν, κἀγὼ ἐδειλίασα.
Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάµην σε, ἄρα καλέσεις µε τοῦ λοιποῦ
µαθητήν, ἢ πάλιν δείξεις µε ἁλιέα βυθοῦ; ἀλλὰ µετανοοῦντά µε δέξαι, ὁ Θεὸς
καὶ σῶσον µε.
ὁ α’ χορός
Δόξα Πατρί...
Κύριε, ἐν µέσῳ σε προσήλωσαν, οἱ παράνοµοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν
πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆµον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς
πύλας, καὶ ἀνέστης τριήµερος, ἔδραµον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν
Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούµενε Σωτήρ, ὃν ὑµνοῦσιν Ἄγγελοι,
εὐλογηµένε Κύριε δόξα σοι.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον 3
Ἀπειρόγαµε Νύµφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα,
ἀνυµνοῦµεν οἱ πιστοὶ καὶ προσκυνοῦµέν σε, ὅτι ἀνήγαγες ἡµᾶς ἐκ τῆς
ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύµνητε Παναγία, εἰς τὸ
σωθῆναι ἡµᾶς.
Τὰ ἀναστάσιµα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ
θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα,
καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν
τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑµεῖς τὸν τάφον
καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος.
ὁ α’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραµον, πρὸς τὸ µνῆµά σου θρηνολογοῦσαι, ἀλλ'
ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, µὴ
κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
Μυροφόροι γυναῖκες, µετὰ µύρων ἐλθοῦσαι, πρὸς τὸ µνῆµά σου, Σῶτερ
ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγοµένου. Τί µετὰ νεκρῶν, τὸν
ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ µνήµατος.
ὁ α’ χορός
Δόξα Πατρί... Τριαδικὸν
Προσκυνοῦµεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦµα, τὴν
Ἁγίαν Τριάδα, ἐν µιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείµ, κράζοντες τό, Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰµ ἁµαρτίας, χαρµονὴν δὲ τῇ
Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ
σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός 4
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι ηὐλόγηταί σου...
Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαµβούµεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν
φωτιζόµεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν
τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύµασι, καὶ
παρέχοντος ἡµῖν µέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
ὁ α’ χορός
Ἀντίφωνον Α’
Ἐν τῷ θλίβεσθαί µε Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ µου. Ῥῦσαί µου τὴν ψυχὴν ἐκ
γλώσσης δολίας.
ὁ β’ χορός
Τοῖς ἐρηµικοῖς ζωὴ µακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουµένοις.
ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύµατι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις,
αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
ὁ β’ χορός
Ἀντίφωνον Β’
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶµεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
ὁ α’ χορός
Δεξιά σου χεὶρ κἀµέ, Χριστὲ ἱπταµένη, σκαιωρίας πάσης περιφυλαξάτω.
ὁ β’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύµατι, θεολογοῦντες φῶµεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ
χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Ἀντίφωνον Γ’
Ἐπὶ τοῖς εἰρηκόσι µοι. Εἰς τὰς αὐλὰς προσβῶµεν Κυρίου, χαρᾶς πολλῆς
πλησθεὶς εὐχὰς ἀναπέµπω.
ὁ β’ χορός
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα
αἰσχρὸν νοῦν.
ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν... 5
Ἁγίῳ Πνεύµατι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐµψυχοῦται, ὡς ἐν Πατρί...
ὁ β’ χορός
...ἅµα τε καὶ Λόγῳ.
Προκείµενον
ὁ α’ χορός
Ἀνάστηθι Κύριε ὁ Θεός µου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ β’ χορός
Ἀνάστηθι Κύριε ὁ Θεός µου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Στίχ. Ἐξοµολογήσοµαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ µου διηγήσοµαι πάντα τὰ
θαυµάσια σου.
Ἀνάστηθι Κύριε ὁ Θεός µου...
ὁ β’ χορός
... ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ΕΙΔΗΣΙΣ
Κατὰ τὸ ἰσχῦον Τυπικὸν Γεωργίου Βιολάκη τὸ Ἑωθινὸν Εὐαγγέλιον
λέγεται µετὰ τοὺς κανόνας καὶ τὴν η’ ᾠδὴν τῶν καταβασιῶν. Ἐνταῦθα δέ,
ὅπου τηρεῖται ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου µετὰ τοὺς ἀναβαθµούς.
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιµος
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος πλ. α’ Ὁ Εἱρµὸς
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέµους, ἐν
ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕµνον
ᾄδοντα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ
φυλάξασα, µητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης
τὸ ἐπιτίµιον.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἤγειράς µε πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐµῆς
δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόµενος, ἀπειράστως θείας οὐσίας, µύρῳ µε
εὐωδίασας.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον 6
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογηµένη, καὶ κεχαριτωµένη,
πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς
πέρασι.
τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς
Τὸν πανάριστον ἐν ἀσκηταῖς Μακάριον κυδαίνω.
Θεοφάνους.
ᾠδὴ α' Ἦχος δ'
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Χοροὶ Ἰσραήλ
Τῷ θείῳ φωτὶ λαµπόµενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόµενος,
ταῖς πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου µνήµην, ἐν
ἀγαλλιάσει βοῶντας· ᾌσωµεν τῷ Θεῷ ἡµῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Ὁδὸν πρὸς ζωὴν στελλόµενος, ἀµεταστρεπτί, ταύτην Παµµάκαρ διήνυσας,
ἐκφυγὼν τοὺς θορύβους, καὶ τὰς τῶν δαιµόνων ταραχὰς διεσκέδασας, ἐν
ἀγαλλιάσει κραυγάζων· ᾌσωµεν τῷ Θεῷ ἡµῶν, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Νεκρώσας σαρκὸς τὸ φρόνηµα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ
Πνεύµατι, καὶ τῇ τούτου κυβερνώµενος θείᾳ δυνάµει, ἐν ἀγαλλιάσει ἐβόας·
ᾌσωµεν τῷ Θεῷ ἡµῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Ἄχρονον υἱὸν ἀνάρχου Πατρός, σάρκα δι' ἡµᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ
γενόµενον, ἐν γαστρὶ συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας
ἀνερµηνεύτως, ᾧ καὶ γεγηθότες βοῶµεν· ᾌσωµεν τῷ Θεῷ ἡµῶν, ὅτι
δεδόξασται.
ὁ Ἀναστάσιµος
ὁ α’ χορός
ᾠδὴ γ'. Ὁ Εἱρµὸς
Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ µετεωρίσας ἀσχέτως
βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν
Ἐκκλησίαν σου στερέωσον, µόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 7
Χολὴν µὲν οἱ ἐκ πέτρας τὸ µέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήµῳ τερατουργήσαντι,
σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ µάννα, εὐεργεσίαν σοι ἠµείψαντο,
παῖδες Ἰσραὴλ οἱ ἀγνώµονες.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόµενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο,
ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν µυστικῶς
ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύµατος ἔλλαµψιν.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς
ἐκλάµψαντος, ἄνευθεν ὠδίνων µητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωµένον
γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττοµεν.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Τόξον δυνατῶν ἠσθένησε
Νόµῳ ὑποκύψας Πνεύµατος, οὗ τῇ πανοπλίᾳ, περιφραξάµενος Ὅσιε, οὐ τῷ
νόµῳ τῆς ἁµαρτίας, τὴν προαίρεσιν ὑπέκλινας.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Ἄνω πρὸς Θεὸν τὸ φρόνηµα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ
πόνων τῆς ἐγκρατείας, ἀνενδότως κουφιζόµενος.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Ῥήξας τὰ δεσµὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε
τῶν ὑπέρ, φύσιν, ἐκοµίσω τὴν ἐνέργειαν.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Σῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος,
τὴν σὴν µήτραν ἀπεριγράπτως, Θεοµῆτορ κατεσκήνωσεν.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡµῶν...
Κάθισµα Ἦχος α'
ὁ β’ χορὸς
Τὸν τάφον σου Σωτὴρ
Ἀσκήσεως πυρί, ὡς χρυσὸς ἐν καµίνῳ, Σοφὲ δοκιµασθείς, ὀβρυζότερος ὤφθης·
διὸ πρὸς οὐράνια, µετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφηµοῦντες
βοῶµεν· Χάριν ἔλεος, καὶ ἱλασµὸν τῶν πταισµάτων, ἡµῖν Πάτερ αἴτησαι. 8
ὁ α’ χορὸς
Δόξα Πατρί... Καὶ νῦν...Θεοτοκίον
Ὁδήγησον ἡµᾶς, ἐν ὁδῷ µετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ
τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαµε, εὐλογηµένη Μαρία,
καταφύγιον, ἀπεγνωσµένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτηµα.
ὁ Ἀναστάσιµος
ὁ β’ χορός
ᾠδὴ δ'. Ὁ Εἱρµὸς
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούµ, Χριστὲ ἐν
τρόµῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου
ἐλήλυθας.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάµατα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου
Σταυρὸν ἀγαθέ, τῆς ἁµαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ
µου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷµά σου τὸ θεῖον ἐξέχεας.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον
Ἐκτὸς µὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι
τέτοκας, καὶ µετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Ὁ καθήµενος ἐν δόξῃ
Τὸν φθειρόµενον αὐτίκα, παλαιότατον ἄνθρωπον, ἐξεδύσω Πάτερ, σὺν τῆς
ἁµαρτίας τοῖς πάθεσι· δι’ ἐγκρατείας εὐτόνως ἐνεδύσω δέ, τὸν καινούµενον,
κατὰ Χριστόν πανσεβάσµιε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Ὁ λαµπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας
ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι,
ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.
ὁ β’ χορὸς
Δόξα Πατρί... 9
Νυσταγµὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον
σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτῃ Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες·
δόξα Χριστὲ τῇ δυνάµει σου.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Νεκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς
διαφθορὰν ἐξανέστησας, τὸν Ζωοδότην τεκοῦσα τὸν λυτρούµενον, τοὺς
κραυγάζοντας…
ὁ β’ χορὸς
…Δόξα Χριστὲ τῇ δυνάµει σου.
ὁ Ἀναστάσιµος
ὁ α’ χορός
ᾠδὴ ε'. Ὁ Εἱρµὸς
Ὁ ἀναβαλλόµενος φῶς ὡς ἱµάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν
ψυχήν µου φώτισον τὴν ἐσκοτισµένην, Χριστὲ ὡς µόνος εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας µορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιµωµένος, ἑκουσίως
κρέµαται, τὴν θείαν µοι δόξαν, ἀφράστως προµηθούµενος.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ µε µετηµφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ
σαρκὶ γευσάµενος, καὶ ἐξανατείλας τοῦ µνήµατος τριήµερος.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον.
Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡµῖν, τεκοῦσα Χριστὸν ἀσπόρως,
ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.
ᾠδὴ ε'
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Τὸν φωτισµόν σου Κύριε
Ἀναπετάσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ τὰς αἰσθήσεις σοφῶς κυβερνήσας,
γέγονας ναὸς ἡγιασµένος, τῷ Θεῷ καὶ πανίερος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Σκολιωτάτου δράκοντος, µαράνας µηχανάς, καὶ τὰς ἐκείνου πικρὰς
µεθοδείας, ἤµβλυνας ἀεὶ τῷ θείῳ Νόµῳ, τὴν ψυχὴν ῥυθµιζόµενος.
ὁ α’ χορὸς
Δόξα Πατρί... 10
Κατακοσµήσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ ἡγεµόνα τὸν νοῦν καταστήσας,
ἔσχες τὸν Χριστὸν ἡνιοχοῦντα, πρὸς πορείαν οὐράνιον.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, τὸν ἄχρονον Υἱόν, νοµοθετοῦντα τοῖς πάσιν ἁγνείαν, καὶ
τὸ καθαρὸν τῆς εὐσεβείας…
ὁ α’ χορός
…τοῖς ἐν γῇ καταγγέλλοντᾳ.
ὁ Ἀναστάσιµος
ὁ β’ χορός
ᾠδὴ ς'. Ὁ Εἱρµὸς
Μαινοµένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν
θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ µε ὡς εὔσπλαγχνος.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως
γευσάµενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι
γενόµενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔµεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ
σύµπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
ᾠδὴ ς'
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Ἐβόησε, προτυπῶν
Τὴν ἔρηµον, κατοικῆσαι προθύµως ἠγάπησας, θεοφόρε, ἐν αὐτῇ τὸν Θεὸν
προσδεχόµενος, τὸν ῥυόµενόν σε, καὶ τηροῦντα τὰ σὰ διαβήµατα.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡµῶν.
Ἀκλόνητος, ἐν ἀσκήσει θεόφρον διέµεινας, µέχρι τέλους, διασῴζων τὴν ταύτης
ἀκρίβειαν· δι' ἧς τῆς ἀφράστου, ἠξιώθης καὶ θείας ἐλλάµψεως
ὁ β’ χορὸς
Δόξα Πατρί...
Ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν ἐβίωσας, ἰσαγγέλου, καὶ τιµῆς ἐπαξίως
τετύχηκας, µετὰ τῶν Ἀγγέλων, τῷ τῶν πάντων Θεῷ παριστάµενος. 11
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Συνέλαβες, ἐν γαστρὶ Θεοµῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡµᾶς τοὺς
ἀνθρώπους γενόµενον, καθ’ ἡµᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόµενον φύσεσιν.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Συναξάριον
Κοντάκιον
Ἦχος πλ. α'. Μιµητὴς ὑπάρχων
Πρὸς τὸν ᾅδην Σωτήρ µου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς
παντοδύναµος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ
κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰµ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ
πάντες σοι κράζοµεν. Σῶσον ἡµᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήµατα, ἀπεβάλοντο τὸν θρῆνον,
προσχαρεῖς γενόµεναι, καὶ σύντροµοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ
Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσµον
νενίκηκα, καὶ τοὺς δεσµίους ἐῤῥυσάµην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς,
ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑµᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι.
Διὸ πάντες σοὶ κράζοµεν. Σῶσον ἡµᾶς Κύριε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ µηνός, Μνήµη τοῦ Ὁσίου Πατρὸς ἡµῶν Μακαρίου τοῦ
Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Στίχοι
Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς µετέσχε τῆς µακαριωτάτης.
Γῆν µακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι.
Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.
Στίχοι
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Τῇ αὐτῇ ἡµέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακοµιδὴ τοῦ
Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡµῶν Γρηγορίου τοῦ θεολόγου.
Στίχοι
Ἔχει νεκρὸν σὸν ἡ καλὴ µετοικία,
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
12
Τῇ αὐτῇ ἡµέρᾳ, τελεῖται ἡ ἀνάµνησις τοῦ ἐν Νικαίᾳ µεγίστου θαύµατος, ὅτε ὁ
Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας
καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος γ'
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη,
ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως µέλποντι.
ᾌσωµεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
ᾠδὴ γ’
Τὸ στερέωµα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν
ἐκτήσω,...
ὁ α’ χορός
...τῷ τιµίῳ σου αἵµατι.
ὁ β’ χορός
ᾠδὴ δ’
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ
ἁγιάσµατός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς
βρέφος, ἀγκαλοφορούµενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾠδὴ ε’
Ὡς εἶδεν Ἡσαΐας συµβολικῶς, ἐν θρόνῳ ἐπῃρµένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης
δορυφορούµενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωµατούµενον Θεόν,
φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
ᾠδὴ Ϛ’
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλµοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ
Θεοῦ Χριστὲ σὺ Θεός µου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ,
ἐνοικήσαντα, Θεὸν Λόγον ὑµνοῦµεν, εὐσεβῶς µελῳδοῦντες. Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡµῶν.
ὁ β’ χορός 13
ᾠδὴ η’
Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ µὴ
λωβηθέντες, θεῖον ὕµνον ἔµελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...
ὁ α’ χορὸς
Ἦχος β´
Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ')
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύµατί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα.
ὁ Διάκονος: Πρόσχωµεν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
ΕΩΘΙΝΟΝ Η' ( Ἰωάν. 20,11-18)
ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ µνηµεῖον κλαίουσα ἔξω,
ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ µνηµεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν
λευκοῖς καθεζοµένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου
ἔκειτο τὸ Σῶµα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τὶ κλαίεις; λέγει
αὐτοῖς, Ὅτι ἦραν τὸν Κύριόν µου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα
εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι
Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη
δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ
µοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία. 14
Στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ
Ἰησοῦς, Μή µου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα µου, πορεύου
δὲ πρὸς τοὺς ἀδελφούς µου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα µου
καὶ πατέρα ὑµῶν, καὶ Θεόν µου καὶ Θεὸν ὑµῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ
ἀπαγγέλλουσα τοῖς µαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν
µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν
σου Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ
ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ
θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλµὸς εἰς ἦχον β’
Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν
σου ἐξάλειψον τὸ ἀνόµηµά µου.
Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου
καθάρισόν µε.
Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µου ἐστὶ διὰ
παντὸς.
Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν
τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς µοι.
Ῥαντιεῖς µε ὑσσώπῳ καὶ καθαρισθήσοµαι πλυνεῖς µε καὶ ὑπὲρ χιόνα
λευκανθήσοµαι.
Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα
τεταπεινωµένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας
µου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεὸς καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις µου.
Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµα σου τὸ ἅγιον µὴ
ἀντανέλῃς ἀπ' ἐµοῦ. 15
Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ
στήριξόν µε.
Διδάξω ἀνόµους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί µε ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου, ἀγαλλιάσεται ἡ
γλῶσσά µου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦµα συντετριµµένον΄ καρδίαν συντετριµµένην καὶ
τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδοµηθήτω τὰ τείχη
Ἱερουσαλήµ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους, καὶ ἐλέησόν µε ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρί... Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν
ἐγκληµάτων.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν
ἐγκληµάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου.
Πεντηκοστάριον Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡµῖν, τὴν αἰώνιον
ζωὴν καὶ µέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρµοῖς...
Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτός...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ
Θεῷ τῷ σωτῆρί µου.
Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ
νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί.
Τὴν Τιµιωτέραν... 16
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ
ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν.
Τὴν Τιµιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ
καρδίας αὐτῶν.
Τὴν Τιµιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας
ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιµιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε
πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιµιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’
(Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς
ἐλπίζοντας εἰς σέ).
Ἐν νόµου, σκιᾷ καὶ γράµµατι, τύπον κατίδωµεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν
µήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούµενον Μητρί, ἀπειράνδρῳ, µεγαλύνοµεν.
Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις...
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’
Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν
αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιός ἐστι.
ὁ α’ χορός
Ἐξαποστειλάριον Η’ 17
Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ µνηµείου, Μαρία ἐξεπλήττετο, καὶ
Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶµα, τοῦ Ἰησοῦ µου
τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε, Μή µου
ἄπτου, πρὸς τὸν Πατέρα ἄπειµι, εἰπὲ τοῖς ἀδελφοῖς µου.
ὁ β’ χορὸς
τοῦ Ἁγίου
Ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐµάκρυνας σαυτόν, ἐν ταῖς ἐρήµοις καὶ πάθη,
καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡµῶν θεοφόρε.
ὁ α’ χορός
Θεοτοκίον
Τῇ κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡµᾶς Ἁγνὴ τοὺς σοὺς δούλους,
φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήµεθα µόνην…
ὁ β’ χορὸς
…καταφυγὴν ἐν ἀνάγκαις.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ.α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις
αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς
ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισµένου τοῦ τάφου ὑπὸ τῶν παρανόµων, προῆλθες ἐκ τοῦ
µνήµατος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ
ἀσώµατοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε
στρατιῶται, ἀµφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ
θαύµατα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ µυστήριον, ὃ ἀνυµνοῦσιν, ἀπόδος
ἡµῖν ἀγαλλίασιν, καὶ τὸ µέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς
δυνάµεως αὐτοῦ.
Κύριε, τοὺς µοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσµὰ διαῤῥήξας, τοῦ
µνήµατος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς µαρτύριον τῆς ἀληθοῦς 18
τριηµέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούµενος.
Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡµᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
τῆς µεγαλωσύνης αὐτοῦ.
Κύριε, αἱ Γυναῖκες ἔδραµον ἐπὶ τὸ µνῆµα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι'
ἡµᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήµενον,
τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε
τοῖς µαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡµῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισµένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν
θυρῶν κεκλεισµένων, πρὸς τοὺς µαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ
σώµατος πάθη, ἅπερ κατεδέξω Σωτὴρ µακροθυµήσας, ὡς ἐκ σπέρµατος
Δαυΐδ, µώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσµον ἠλευθέρωσας.
Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡµᾶς.
Στιχηρὰ Ἀνατολικὰ δ’
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ
ὀργάνῳ.
Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι' ἡµᾶς
σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάµενος, ἵνα ἡµᾶς τοῦ ᾍδου ἐλευθερώσῃς
πάντας, σὺ εἶ ὁ Θεὸς ἡµῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαµεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις
ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Κύριε, τὰ ὑπερλάµποντά σου θαύµατα τίς διηγήσεται; ἢ τις ἀναγγελεῖ τὰ
φρικτά σου µυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡµᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ
κράτος ἐφανέρωσας τῆς δυνάµεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ
Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς µοχλοὺς τοῦ ᾍδου συνέτριψας,
καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύµπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
ὁ α’ χορός
Στίχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός µου, ὑψωθήτω ἡ χείρ σου, µὴ ἐπιλάθῃ τῶν
πενήτων σου εἰς τέλος.
Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε
µυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήµασιν
ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀποστόλοις µηνῦσαι ἐµφανῶς· ὅτι
ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσµῳ ἱλασµόν, καὶ τὸ µέγα
ἔλεος. 19
ὁ β’ χορός
Στίχ. Ἐξοµολογήσοµαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ µου, διηγήσοµαι πάντα τὰ
θαυµάσιά σου.
Τοῦ θεοδέγµονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς
ὑµῶν µαταιόφρονος συµβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιµάσαντες,
µάτην ἐκοπιάσατε, κρῦψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόµενοι,
τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑµῶν µαταιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι
συµβουλεύεσθε, ὃ οὐ κρύπτεται; µᾶλλον δὲ παρ' ἡµῶν ἀκούσατε, καὶ
πιστεῦσαι θελήσατε τῶν γενοµένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος,
οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει
συνεσχέθηµεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν·
οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ
ᾍδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ
θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε
δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι·
Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ µέγα ἔλεος.
ὁ α’ χορός
Δόξα Πατρί...Ἦχος πλ. δ'
ΕΩΘΙΝΟΝ Η’
Τὰ τῆς Μαρίας δάκρυα οὐ µάτην χεῖνται θερµῶς΄ ἰδοὺ γὰρ κατηξίωται, καὶ
διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὢ Ἰησοῦ΄ ἀλλ' ἔτι πρόσγεια
φρονεῖ, οἷα γυνὴ ἀσθενής΄ διὸ καὶ ἀποπέµπεται µὴ προσψαῦσαί σοι Χριστέ.
Ἀλλ' ὅµως κῆρυξ πέµπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς
τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡµᾶς, τῆς
ἐµφανείας σου, Δέσποτα Κύριε.
ὁ β’ χορός
Καὶ νῦν... ἦχος β’ (πάντοτε)
Ὑπερευλογηµένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχµαλώτισται, ὁ Ἀδὰµ ἀνακέκληται, ἡ κατάρα
νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡµεῖς
ἐζωοποιήθηµεν, διὸ ἀνυµνοῦντες βοῶµεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ
οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντοµος )
ὁ α’ χορός
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν
ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός 20
Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε,
εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν.
ὁ α’ χορός
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές,
Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα.
ὁ β’ χορός
Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ
κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου.
ὁ α’ χορός
Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον
ἡµᾶς.
ὁ β’ χορός
Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ
Πατρός. Ἀµήν.
ὁ α’ χορός
Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα,
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον
τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν.
ὁ β’ χορός
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
ὁ β’ χορός
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.
ὁ β’ χορός
Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε,
ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι.
ὁ α’ χορός
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ
Θεός µου.
ὁ β’ χορός
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς.
ὁ α’ χορός 21
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιµον Τροπάριον
Ἦχος πλ.α’
Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ
ἀρχηγῷ τῆς ζωῆς ἡµῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος
ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τὰ Ἀρχαῖα)
(Βλέπε «Ἐγκόλπιον Ἀναγνώστου καὶ Ψάλτου» σελ.175, Σηµ.35 καὶ 36)
Ἀντίφωνον Α'
Ἦχος β´
ὁ Ἀναγνώστης: Στίχ. α'. Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν
τῷ ὀνόµατί σου, Ὕψιστε.
ὁ α’ χορὸς
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς.
ὁ Ἀναγνώστης: Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν
ἀλήθειάν σου κατὰ νύκτα.
ὁ β’ χορὸς 22
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ Ἀναγνώστης: Στίχ. γ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡµῶν, καὶ οὐκ ἔστιν ἀδικία
ἐν αὐτῷ.
ὁ α’ χορὸς
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα Πατρί...Καὶ νῦν...
ὁµοῦ οἱ δύο χοροί
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
ὁ Ἀναγνώστης: Στίχ. α´. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,
ἐνεδύσατο ὁ Κύριος δύναµιν καὶ περιεζώσατο.
ὁ β’ χορός
Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ Ἀναγνώστης: Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουµένην, ἥτις οὐ
σαλευθήσεται.
ὁ α’ χορός
Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...
ὁ Ἀναγνώστης: Στίχ. γ´. Τῷ οἴκῳ σου πρέπει ἁγίασµα, Κύριε εἰς µακρότητα
ἡµερῶν.
ὁ β’ χορός
Σῶσον, ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...
ὁ Ἀναγνώστης
Δόξα Πατρί...
ὁ β’ χορός
Καὶ νῦν...
Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ
καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε,
Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος,
συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς.
Ἀντίφωνον Γ'
ὁ α’ χορός
ὁ Ἀναγνώστης: Στίχ. α´.Ἐξοµολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος πλ. α' 23
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς
σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορός
ὁ Ἀναγνώστης: Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Τὸν συνάναρχον Λόγον...
ὁ α’ χορός
ὁ Ἀναγνώστης: Στίχ. γ´. Αὕτη ἡ ἡµέρα Κυρίου, ἀγαλλιασώµεθα καὶ
εὐφρανθῶµεν ἐν αὐτῇ.
Τὸν συνάναρχον Λόγον...
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
Ἦχος β'
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον)
Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ
ἀναστάς ἐκ νεκρῶν.....
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς
σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορὸς
Ἦχος α’
Τῆς ἐρήµου πολίτης καὶ ἐν σώµατι Ἄγγελος, καὶ θαυµατουργὸς ἀνεδείχθης,
θεοφόρε Πατὴρ ἡµῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια
χαρίσµατα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει
προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάµατα.
ὁ α’ χορός
Τοῦ Ναοῦ
ὁ β’ χορὸς
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, µόνον ὅταν τελῆται συλλείτουργον)
Κοντάκιον 24
Ἦχος α’
Ὁ µήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συµεὼν
εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡµᾶς Χριστὲ ὁ Θεός. Ἀλλ'
εἰρήνευσον ἐν πολέµοις τὸ πολίτευµα, καὶ κραταίωσον Βασιλεῖς οὓς
ἠγάπησας, ὁ µόνος φιλάνθρωπος.
Τρισάγιον.
Ἀπόστολος
Προκείµενον. Ἦχος πλ. α’
Σύ, Κύριε, φυλάξαις ἡµᾶς καὶ διατηρήσαις ἡµᾶς.
Στίχ. Σῶσόν µε, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσµα.
Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑµῶν, τότε καὶ ὑµεῖς σὺν αὐτῷ
φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ µέλη ὑµῶν τὰ ἐπὶ τῆς γῆς,
πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυµίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις
ἐστὶν εἰδωλολατρία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς
ἀπειθείας, ἐν οἷς καὶ ὑµεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς΄ νυνὶ δὲ
ἀπόθεσθε καὶ ὑµεῖς τὰ πάντα, ὀργήν, θυµόν, κακίαν, βλασφηµίαν,
αἰσχρολογίαν ἐκ τοῦ στόµατος ὑµῶν· µὴ ψεύδεσθε εἰς ἀλλήλους,
ἀπεκδυσάµενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ
ἐνδυσάµενοι τὸν νέον τὸν ἀνακαινούµενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ
κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ ᾽Ιουδαῖος, περιτοµὴ καὶ ἀκροβυστία,
βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
Ἦχος πλ. α’
Ἀλληλούϊα ( γ’)
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσοµαι.
Στίχ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδοµηθήσεται.
Εὐαγγέλιον
Κυριακῆς ΙΒ’ Λουκᾶ (ιζ´ 12-19)
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, εἰσερχοµένου τοῦ Ἰησοῦ εἴς τινα κώµην ἀπήντησαν αὐτῷ
δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν΄ καὶ αὐτοὶ ᾖραν φωνὴν, λέγοντες΄
᾽Ιησοῦ, ἐπιστάτα, ἐλέησον ἡµᾶς. Καὶ ἰδὼν, εἶπεν αὐτοῖς΄ Πορευθέντες
ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς
ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε µετὰ φωνῆς
µεγάλης δοξάζων τὸν Θεόν΄καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ
εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαµαρείτης. Ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν΄
Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες
δοῦναι δόξαν τῷ Θεῷ, εἰ µὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ΄ ᾽Αναστὰς
πορεύου· ἡ πίστις σου σέσωκέ σε. 25
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
ἦχος β’ ( Ἀρχαία Τάξις) ἢ πλ.α’.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ
παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν.
Κοινωνικόν
ὁ β’ χορός
ἦχος πλ.α’
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν
ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν.
ἦχος β’
Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)
Ἀπόλυσις «...῾Ο ἀναστάς ἐκ νεκρῶν...»
Εγγραφή σε:
Σχόλια ανάρτησης
(Atom)
Translate
Αναζήτηση αυτού του ιστολογίου
Ετικέτες
- . Καταγωγή καί δράση της Αγίας Αναστασίας
- 'Αγιο Δωδεκαήμερο
- 2 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἦχος βαρύς – Ἑωθινόν
- 6 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
- ΑΓΓΕΛΟΙ
- ΑΓΙΟ ΠΝΕΥΜΑ
- Αγιοκατάταξη του Γέροντος Πορφυρίου!
- Άγιος Βασίλειος ο Μέγας
- Άγιος Ελευθέριος ο Ιερομάρτυρας
- Αρειανισμός
- Αρχάγγελος Ουριήλ
- Βασιλόπιτα
- Βίοι Αγίων
- Βυζαντινή περίοδος- Δεσποτάτο Ηπείρου
- Δημιουργίας τών Αγγέλων
- Εικονομαχία
- Επτά Εκκλησίες της Αποκάλυψης
- Ερμηνεία του Ευαγγελίου
- Ευχαριστίας
- ΖΩΟΔΟΧΟ ΠΗΓΗ ΑΝΘΟΧΩΡΙΟΥ ΜΕΤΣΟΒΟΥ
- Η Αγία Μαρία η Μαγδαληνή και η εσφαλμένηταύτιση της με την πόρνη του Λκ. 7:37-38
- Η αλήθεια για τον Ιησού και τη Μαρία Μαγδαληνή
- Η βάπτιση
- Η Βάπτιση του Χριστού
- Η Διδασκαλία της Ορθοδόξου Εκκλησίας σχετικά με την Αγ. Τριάδα
- Η Περιτομή του Κυρίου
- Η προπατορική αμαρτία
- Θεία Κοινωνία
- ΙΟΥΔΑΣ
- Ιστορία του εορτασμού των Χριστουγέννων
- Και ω του θαυματος
- Κατά Λουκάν Ευαγγέλιο Κεφ. 2
- Λαχανόρυζο
- Λίλιθ
- ΛΟΓΟΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ
- μοναστηρι ζωοδοχου πηγης ανθοχωριου μετσοβου
- Μονή Ζωοδόχου Πηγής (1732) Μετσοβου
- Μυστηρίων ή Ιεροπραξιών
- Νεομάρτυρες
- Ο άγιος νεομάρτυς Γεώργιος εξ Ιωαννίνων
- Ο Άγιος Στέφανος ο Πρωτομάρτυρας
- Ο Γέροντας Παϊσιος
- Ο ΓΕΡΟΝΤΑΣ ΠΑΐΣΙΟΣ ΓΙΑ ΤΗ ΜΕΤΕΜΨΥΧΩΣΗ
- Ο Μυστικός Δείπνος
- ο Νεομάρτυς. (17 Ιανουαρίου)
- Ο ΟΡΘΡΟΣ ΚΑΙ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΥΡΙΑΚΩΝ
- Ο προφήτης Ιερεμίας
- Ο Συμβολισμός της Αποκαλύψεως
- Ο Φουστανελλάς Γεώργιος
- Οι 7 λόγοι του Κυρίου Ιησού Χριστού πάνω στο Σταυρό
- Οι άγνωστοι Αρχάγγελοι Ραφαήλ και Ουριήλ
- Οι διαφορές Καθολικής και Ορθοδόξου εκκλησίας και η σημαντικότητα αυτών.
- Οι Ελληνικές γιορτές και τα αγνά έθιμά μας
- Οικ. Πατριαρχείο
- Ορθόδοξη Εκκλησία
- Ορθόδοξοι Παλαιοημερολογίτες
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ ΚΑΙ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ ΑΝΘΙΑΣ
- ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
- Παράδεισος και Κόλαση
- Περὶ Τελέσεως τῆς Ἁγίας Προσκομιδῆς
- ΠΟΤΕ ΓΕΝΝΗΘΗΚΕ Ο ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ;
- Προσευχές
- πρωτοχρονια για τους χριστιανους
- Πως γίνεται η αγιοκατάταξη;
- Πώς θα αλλάξουν τα αναστημένα σώματα κατά την Δευτέρα Παρουσία; Αγίου Συμεών του Νέου Θεολόγου
- Σταυρός
- ΣΧΕΤΙΚΑ ΜΕ ΜΑΣ
- ΤΙ ΕΙΝΑΙ Ο ΟΡΘΡΟΣ ΚΑΙ ΑΠΟ ΠΟΙΑ ΜΕΡΗ ΑΠΟΤΕΛΕΙΤΑΙ;
- Το έθιμο των Καλάντων
- Το Ευαγγέλιο του Ιούδα
- ΤΟ ΣΧΙΣΜΑ 1054
- ΤΟ ΤΡΙΩΔΙΟ ΚΑΙ Η ΣΗΜΑΣΙΑ ΤΟΥ
- Υπαπαντής του Ιησού Χριστού
- Χριστιανισμός
- ΧΡΙΣΤΟΣ
- Χριστούγεννα
- χωρία 20 έως 21 και χωρία 40 έως 52
- Ψαλμοί
- Ψαλμὸς τῷ Δαυΐδ
- Nηστεία
- Tα έθιμα των Χριστουγέννων. Tι συμβολίζουν και από που προέρχονται
- Video
Ο ΑΝΘΡΩΠΟΣ ΑΙΣΘΑΝΕΤΑΙ ΠΛΟΥΣΙΟΣ ΟΤΑΝ ΧΑΡΙΖΕΙ
1. Στους εχθρούς του: Συγχώρεση2. Στους φίλους του: Την καρδιά του3. Στα παιδιά του: Παράδειγμα4. Στους αντιφρονούντες: Ανοχή5. Στον πατέρα του: Υπακοή6. Στη μητέρα του: Τρυφερότητα7. Στον εαυτό του: Αυτοσεβασμό8. Στους γείτονες του: Καλούς τρόπους9. Στους παραπαίοντες: Κατανόηση10. Σε όλους Αγάπη


0 σχόλια:
Δημοσίευση σχολίου